Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τὰ θνητὰ τοιαῦτʼ· οὐδὲν ἐν ταὐτῷ μένει.
- μή νυν ἔτʼ οἴκτων, θύγατερ, ἀντεχώμεθα.
- τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν.
- τὸν πρῶτον ἀδικήσαντά σʼ ἀποτίνου θεόν.
- καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσʼ ὑπερδράμω;
- πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.
- δέδοικα· καὶ νῦν πημάτων ἄδην ἔχω.
- τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.
- αἰδούμεθʼ εὐνὰς τὰς τόθʼ ἡνίκʼ ἐσθλὸς ἦν.
- νῦν δʼ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.
- πῶς; εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γʼ ἄν.