Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πῶς δʼ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσʼ ἔπη —
- φεῦ·
- τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.
- εἰ παῖδά γʼ εἶδες χεῖρας ἐκτείνοντά μοι.
- μαστὸν διώκοντʼ ἦ πρὸς ἀγκάλαις πεσεῖν;
- ἐνταῦθʼ, ἵνʼ οὐκ ὢν ἄδικʼ ἔπασχεν ἐξ ἐμοῦ.
- σοὶ δʼ ἐς τί δόξʼ ἐσῆλθεν ἐκβαλεῖν τέκνον;
- ὡς τὸν θεὸν σῴζοντα τόν γʼ αὑτοῦ γόνον.
- οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.
- τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;
- σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ.