Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ποῦ; τίς λοχεύει σʼ; ἢ μόνη μοχθεῖς τάδε;
Κρέουσα
  1. μόνη κατʼ ἄντρον οὗπερ ἐζεύχθην γάμοις.
Πρεσβύτης
  1. ὁ παῖς δὲ ποῦ ʼστιν; ἵνα σὺ μηκέτʼ ᾖς ἄπαις.
Κρέουσα
  1. τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.
Πρεσβύτης
  1. τέθνηκʼ; Ἀπόλλων δʼ ὁ κακὸς οὐδὲν ἤρκεσεν;
Κρέουσα
  1. οὐκ ἤρκεσʼ· Ἅιδου δʼ ἐν δόμοις παιδεύεται.
Πρεσβύτης
  1. τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε.
Κρέουσα
  1. ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις.
Πρεσβύτης
  1. οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου;
Κρέουσα
  1. αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.
Πρεσβύτης
  1. καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης;