Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω,
- καὶ συμφονεύειν παῖδʼ ἐπεισελθὼν δόμους
- οὗ δαῖθʼ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις
- ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.
- ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,
- τοὔνομα· τὰ δʼ ἄλλα πάντα τῶν ἐλευθέρων
- οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ.
- κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω
- κοινουμένη τήνδʼ ἢ θανεῖν ἢ ζῆν καλῶς.
- ὦ ψυχά, πῶς σιγάσω;
- πῶς δὲ σκοτίας ἀναφήνω