Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦς
  2. μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,
  3. ἐσῴκισʼ οἴκους· εἰ δὲ σοὶ τόδʼ ἦν πικρόν,
  4. τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
  5. ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν·
  6. ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ
  7. ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν
  8. καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.
  9. εἰ γάρ γʼ ὑφήσεις τοῦδʼ, ἀπαλλάξῃ βίου.
  10. δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος,
  11. ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον.