Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εὐνάς, αἰδοῦς δʼ ἀπολειφθῶ;
  2. τί γὰρ ἐμπόδιον κώλυμʼ ἔτι μοι;
  3. πρὸς τίνʼ ἀγῶνας τιθέμεσθʼ ἀρετῆς;
  4. οὐ πόσις ἡμῶν προδότης γέγονεν,
  5. στέρομαι δʼ οἴκων, στέρομαι παίδων,
  6. φροῦδαι δʼ ἐλπίδες, ἃς διαθέσθαι
  7. χρῄζουσα καλῶς οὐκ ἐδυνήθην,
  8. σιγῶσα γάμους,
  9. σιγῶσα τόκους πολυκλαύτους;
  10. ἀλλʼ οὐ τὸ Διὸς πολύαστρον ἕδος
  11. καὶ τὴν ἐπʼ ἐμοῖς σκοπέλοισι θεὰν