Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων
- τυραννίδʼ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.
- καινὸν δὲ τοὔνομʼ ἀνὰ χρόνον πεπλασμένον
- Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.
- οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ,
- οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖς
- κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον
- θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.
- καὶ τῶνδʼ ἁπάντων ἔσχατον πείσῃ κακόν·
- ἀμήτορʼ, ἀναρίθμητον, ἐκ δούλης τινὸς
- γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν.