Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὃς τόνδʼ ἔσαιρε ναόν; οὗτος ἔσθʼ ὁ παῖς.
Κρέουσα
  1. ἀνʼ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί-
  2. ας Ἑλλανίας, ἀστέρας ἑσπέρους,
  3. οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.
Πρεσβύτης
  1. ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;
  2. οἶσθʼ, ἢ σιωπῇ τοῦτʼ ἀκύρωτον μένει;
Χορός
  1. Ἴωνʼ, ἐπείπερ πρῶτος ἤντησεν πατρί.
Πρεσβύτης
  1. μητρὸς δʼ ὁποίας ἐστὶν —
Χορός
  1. οὐκ ἔχω φράσαι.
  2. φροῦδος δʼ — ἵνʼ εἰδῇς πάντα τἀπʼ ἐμοῦ, γέρον —
  3. παιδὸς προθύσων ξένια καὶ γενέθλια