Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- λόγον ἐμοὶ θροεῖς.
- κἄμοιγε. πῶς δʼ ὁ χρησμὸς ἐκπεραίνεται,
- σαφέστερόν μοι φράζε, χὥστις ἔσθʼ ὁ παῖς.
- ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς
- πρώτῳ πόσις σός, παῖδʼ ἔδωκʼ αὐτῷ θεός.
- ὀττοτοττοτοῖ· τὸν δʼ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν
- ἄρα βίοτον; ἐρημίᾳ δʼ ὀρφανοὺς
- δόμους οἰκήσω.
- τίς οὖν ἐχρήσθη; τῷ συνῆψʼ ἴχνος ποδὸς
- πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών;
- οἶσθʼ, ὦ φίλη δέσποινα, τὸν νεανίαν