Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,
  2. κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.
Πρεσβύτης
  1. δέσποινα, προδεδόμεσθα — σὺν γάρ σοι νοσῶ —
  2. τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως
  3. ὑβριζόμεσθα δωμάτων τʼ Ἐρεχθέως
  4. ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν
  5. λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·
  6. ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν
  7. καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν,
  8. ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος
  9. λάθρα πέφηνεν· ὡς λάθρα δʼ, ἐγὼ φράσω.