Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς
- κοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς.
- κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας
- ἔδωκεν, ἰδίᾳ δʼ εὐτυχεῖ ταύτης δίχα.
- τόδʼ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες
- ἄχος ἐμοὶ στένειν.
- πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος
- τὸν παῖδʼ ὃν εἶπας, ἢ γεγῶτʼ ἐθέσπισεν;
- ἤδη πεφυκότʼ ἐκτελῆ νεανίαν
- δίδωσιν αὐτῷ Λοξίας· παρῆ δʼ ἐγώ.
- πῶς φῄς; ἄφατον ἄφατον ἀναύδητον