Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός,
  2. ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα.
  3. ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε,
  4. τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
  5. ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
  6. τόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα
  7. δάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν,
  8. Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.
Ἴων
  1. ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων
  2. Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
  3. ἄστρα δὲ φεύγει πυρὶ τῷδʼ αἰθέρος