Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐς νύχθʼ ἱεράν·
  2. Παρνησιάδες δʼ ἄβατοι κορυφαὶ
  3. καταλαμπόμεναι τὴν ἡμερίαν
  4. ἁψῖδα βροτοῖσι δέχονται.
  5. σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφους
  6. Φοίβου πέταται.
  7. θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
  8. Δελφίς, ἀείδουσʼ Ἕλλησι βοάς,
  9. ἃς ἂν Ἀπόλλων κελαδήσῃ.
  10. ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες,
  11. τὰς Κασταλίας ἀργυροειδεῖς