Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς
  2. γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη
  3. ἄτεκνός ἐστι, καὶ Κρέουσʼ· ὧν οὕνεκα
  4. ἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδε
  5. ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην
  6. ἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ.
  7. δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
  8. Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι
  9. κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους
  10. γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου
  11. κρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα.