Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς
- ἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας,
- Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
- ταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροις
- θεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον.
- Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίαν
- Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο·
- ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,
- οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων·
- ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
- γάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο,