Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν
- αὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς,
- πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι,
- ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
- ἣ δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾷ πικρῶς,
- κᾆτʼ ἢ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπῃς
- ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;
- ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων
- γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
- ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
- ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία