Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν.
- τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
- τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
- λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,
- ὅστις δεδοικὼς καὶ παραβλέπων βίον
- αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς
- ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,
- ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
- ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
- εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε,
- πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν