Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ εἶναι σοφοί,
- σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
- γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαι
- οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
- τῶν δʼ αὖ λογίων τε χρωμένων τε τῇ πόλει
- ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
- ψήφοισιν. οὕτω γὰρ τάδʼ, ὦ πάτερ, φιλεῖ·
- οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα,
- τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
- ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν
- γυναῖκά θʼ ὡς ἄτεκνον, ἣ κοινουμένη