Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
- πατέρα σʼ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,
- ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας
- κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,
- ἵνʼ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
- πατρός τʼ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
- καὶ τοῦτʼ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν —
- μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι·
- ἢν δʼ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν
- ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
- μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα·