Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀλλʼ ἐκλιπὼν θεοῦ δάπεδʼ ἀλητείαν τε σὴν
  2. ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,
  3. οὗ σʼ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
  4. πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν
  5. δυοῖν κεκλήσῃ δυσγενὴς πένης θʼ ἅμα,
  6. ἀλλʼ εὐγενής τε καὶ πολυκτήμων βίου.
  7. σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;
  8. ἐς φροντίδας δʼ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
  9. πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.
Ἴων
  1. οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων
  2. πρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων.