Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀλλʼ ἴσως τέθνηκας, ἡμεῖς δʼ οὐδὲν ἂν δυναίμεθα.
Χορός
  1. κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·
  2. ὅμως δὲ καὶ δέσποιναν ἐς τέκνʼ εὐτυχεῖν
  3. ἐβουλόμην ἂν τούς τʼ Ἐρεχθέως δόμους.
Ξοῦθος
  1. ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
  2. ὀρθῶς ἔκρανε, καὶ συνῆψʼ ἐμοί τε σέ,
  3. σύ τʼ αὖ τὰ φίλταθʼ ηὗρες οὐκ εἰδὼς πάρος.
  4. ὃ δʼ ᾖξας ὀρθῶς, τοῦτο κἄμʼ ἔχει πόθος,
  5. ὅπως σύ τʼ, ὦ παῖ, μητέρʼ εὑρήσεις σέθεν,
  6. ἐγώ θʼ ὁποίας μοι γυναικὸς ἐξέφυς.
  7. χρόνῳ δὲ δόντες ταῦτʼ ἴσως εὕροιμεν ἄν.