Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳ
  2. προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·
  3. ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ
  4. ἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρη
  5. λαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον,
  6. ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·
  7. οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα — καὶ θεὸς
  8. συνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων —
  9. τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ
  10. οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ,
  11. ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.