Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν —
- λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
- αὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχει
- ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια,
- καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
- τὰ δʼ ἄλλʼ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς —
- ἡμῖν μελήσει. Λοξίᾳ δʼ ἐγὼ χάριν
- πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος
- ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι
- τίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτος
- ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς.