Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τάλαινά σʼ ἡ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα;
- ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.
- ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.
- τοῖς τοῦ θεοῦ κοσμούμεθʼ, ᾧ δουλεύομεν.
- οὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
- ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.
- φεῦ·
- πέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή.
- τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
- ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
- ποῖόν τι χρῄζουσʼ; ὡς ὑπουργήσω, γύναι.