Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
Ἴων
  1. λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.
Κρέουσα
  1. ἄκουε δὴ τὸν μῦθον. — ἀλλʼ αἰδούμεθα.
Ἴων
  1. οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.
Κρέουσα
  1. Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.
Ἴων
  1. Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγʼ, ὦ ξένη.
Κρέουσα
  1. καὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός.
Ἴων
  1. οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
Κρέουσα
  1. οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.
Ἴων
  1. τί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη;
Κρέουσα
  1. τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.