Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν.
Κρέουσα
  1. ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας;
Ἴων
  1. ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος.
Κρέουσα
  1. παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας;
Ἴων
  1. βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
Κρέουσα
  1. καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων;
Ἴων
  1. οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με ---
Κρέουσα
  1. τίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους.
Ἴων
  1. Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν.
Κρέουσα
  1. ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος;
Ἴων
  1. βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος.