Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος.
Ἴων
  1. καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, ἢ παίδων πέρι;
Κρέουσα
  1. ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα.
Ἴων
  1. οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ;
Κρέουσα
  1. ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
Ἴων
  1. ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς.
Κρέουσα
  1. σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
Ἴων
  1. τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι.
Κρέουσα
  1. ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο;
Ἴων
  1. οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.
Κρέουσα
  1. ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν.