Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.
Κρέουσα
  1. Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο.
Ἴων
  1. καὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ;
Κρέουσα
  1. Εὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλις ---
Ἴων
  1. ὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη.
Κρέουσα
  1. ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.
Ἴων
  1. ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος;
Κρέουσα
  1. φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.
Ἴων
  1. σὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια;
Κρέουσα
  1. σὺν ἀνδρί. σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου.
Ἴων
  1. πότερα θεατὴς ἢ χάριν μαντευμάτων;