Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.
- πατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;
- πληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν.
- Μακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος;
- τί δʼ ἱστορεῖς τόδʼ; ὥς μʼ ἀνέμνησάς τινος.
- τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι.
- τιμᾶ τιμᾶ· ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν.
- τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;
- οὐδέν· ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά.
- πόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι;
- οὐκ ἀστός, ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός.