Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.
Ἴων
  1. δίδωσι δʼ, ὥσπερ ἐν γραφῇ νομίζεται --- ;
Κρέουσα
  1. Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον.
Ἴων
  1. ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.
Κρέουσα
  1. τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.
Ἴων
  1. εἶἑν·
  2. τί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς ἢ μάτην λόγος ---
Κρέουσα
  1. τί χρῆμʼ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ.
Ἴων
  1. πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;
Κρέουσα
  1. ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.
Ἴων
  1. σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη;