Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
Κρέουσα
  1. Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως
  2. πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις.
Ἴων
  1. ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο
  2. τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
Κρέουσα
  1. τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα.
Ἴων
  1. πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς --- ;
Κρέουσα
  1. τί χρῆμʼ ἐρωτᾷς, ὦ ξένʼ, ἐκμαθεῖν θέλων;
Ἴων
  1. ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;
Κρέουσα
  1. Ἐριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ.
Ἴων
  1. ἦ καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο;