Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι·
- ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους
- μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·
- οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που.
- ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα
- θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν,
- εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
- τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι;
- οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ
- ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι.
- τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας