Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.
Κρέουσα
  1. ὀρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.
Πρεσβύτης
  1. αὐτοῦ νυν αὐτὸν κτεῖνʼ, ἵνʼ ἀρνήσῃ φόνους.
Κρέουσα
  1. προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς.
Πρεσβύτης
  1. καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.
Κρέουσα
  1. οἶσθʼ οὖν ὃ δρᾶσον; χειρὸς ἐξ ἐμῆς λαβὼν
  2. χρύσωμʼ Ἀθάνας τόδε, παλαιὸν ὄργανον,
  3. ἐλθὼν ἵνʼ ἡμῖν βουθυτεῖ λάθρα πόσις,
  4. δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς
  5. μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε
  6. κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ ---