Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν
  2. τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.
  3. κἄνπερ διέλθῃ λαιμόν, οὔποθʼ ἵξεται
  4. κλεινὰς Ἀθήνας, κατθανὼν δʼ αὐτοῦ μενεῖ.
Πρεσβύτης
  1. σὺ μέν νυν εἴσω προξένων μέθες πόδα·
  2. ἡμεῖς δʼ ἐφʼ ᾧ τετάγμεθʼ ἐκπονήσομεν.
  3. ἄγʼ, ὦ γεραιὲ πούς, νεανίας γενοῦ
  4. ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι.
  5. ἐχθρὸν δʼ ἐπʼ ἄνδρα στεῖχε δεσποτῶν μέτα,
  6. καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.
  7. τὴν δʼ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν