Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.
Πρεσβύτης
  1. ὁ δεύτερος δʼ ἀριθμὸς ὧν λέγεις τί δρᾷ;
Κρέουσα
  1. κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.
Πρεσβύτης
  1. ἐς ἓν δὲ κραθέντʼ αὐτὸν ἢ χωρὶς φορεῖς;
Κρέουσα
  1. χωρίς· κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται.
Πρεσβύτης
  1. ὦ φιλτάτη παῖ, πάντʼ ἔχεις ὅσων σε δεῖ.
Κρέουσα
  1. τούτῳ θανεῖται παῖς· σὺ δʼ ὁ κτείνων ἔσῃ.
Πρεσβύτης
  1. ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δʼ ἐμόν.
Κρέουσα
  1. ἐν ταῖς Ἀθήναις, δῶμʼ ὅταν τοὐμὸν μόλῃ.
Πρεσβύτης
  1. οὐκ εὖ τόδʼ εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.
Κρέουσα
  1. πῶς; ἆρʼ ὑπείδου τοῦθʼ ὃ κἄμʼ ἐσέρχεται;