Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι.
Μήδεια
  1. μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
  2. μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
Ἰάσων
  1. οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ;
  2. τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ,
  3. μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.
Μήδεια
  1. ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή,
  2. ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.