Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ.
- τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;
- ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.
- καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις.
- ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
- ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ
- προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,
- λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ