Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν
  2. τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον.
Μήδεια
  1. οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος
  2. πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.
Ἰάσων
  1. εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα
  2. γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω,
  3. ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλων
  4. σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους