Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος,
  2. πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην
  3. ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην·
  4. δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρας
  5. σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν,
  6. κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον.
  7. αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς
  8. τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην