Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία,
  2. φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν,
  3. ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
  4. πασῶν, ἀναίδει’· εὖ δ’ ἐποίησας μολών·
  5. ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
  6. ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων.
  7. ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.
  8. ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι