Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
  2. θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν.
  3. πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,
  4. οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι·
  5. πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,
  6. ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος,
  7. σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος.
  8. ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι