Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
  2. καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
  3. δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε,
  4. εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;
  5. οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν.
  6. ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο,
  7. ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα
  8. γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν