Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη,
  2. θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
  3. κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμεν
  4. σοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.
  5. εἶἑν·
  6. καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;
  7. τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
  8. ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;