Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
- εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;
- οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς
- πάντας ἐπʼ ἀνθρώπους, Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼν
- ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
- δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δʼ ἂν ὑφορβὸς
- Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφʼ ἀγελαίαις
- ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,
- εἰ μή σφεας ὤνασανἸάονος ἀνδρὸς ἀοιδαί.
- Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,
- χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.
- ἀλλʼ ἶσος γὰρ ὁ μόχθος ἐπʼ ᾀόνι κύματα μετρεῖν,
- ὅσσʼ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,
- ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον,
- καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν.
- χαιρέτω ὃς τοιοῦτος, ἀνάριθμος δέ οἱ εἰη
- ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν.
- αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα
- πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.
- δίζημαι δʼ, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω
125