Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. σὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς
  2. κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.
  3. οὔπω μῆνας ἄγων ἔκαμʼ οὐρανὸς οὐδʼ ἐνιαυτούς·
  4. πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι·
  5. ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετʼ ἀοιδοῦ,
  6. ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας
  7. ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου.
  8. ἤδη νῦν Φοίνικες ὑπʼ ἠελίῳ δύνοντι
  9. οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν.
  10. ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα
  11. ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν·
  12. ἐν δʼ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι
  13. ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι.
  14. αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνιʼ Ἀθάνα
  15. κούρη θʼ, ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίων
  16. εἴληχας μέγα ἄστυ παρʼ ὕδασι Λυσιμελείας,
  17. ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα
  18. Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλοντας
  19. τέκνοις ἠδʼ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν·
  20. ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις,