Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,
- ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς,
- μηδʼ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,
- ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας
- ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.
- πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα
- ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται·
- πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς
- μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι,
- μυρία δʼ ἀμπεδίον Κραννώνιον ἐνδιάασκον
- ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις·
- ἀλλʼ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν
- θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος,
- ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
- δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
- εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων
- βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστοὺς
- ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
- οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
- τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
124