Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. πολλά με τωθάζοισαι, ὅ τʼ ἀλιθίαν ὁδὸν ἦνθον,
  2. ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ
  3. ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,
  4. ἔνθʼ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται.
  5. τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;
  6. οὐκ οἶδʼ· οὐ γὰρ ἔτʼ ἄνδρες ἐπʼ ἔργμασιν ὡς πάρος ἐσθλοῖς
  7. αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δʼ ὑπὸ κερδέων.
  8. πᾶς δʼ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ
  9. ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,
  10. ἀλλʼ εὐθὺς μυθεῖται· ἀπωτέρω ἢ γόνυ κνάμα·
  11. αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς.
  12. τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὁμηρος.
  13. οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.
  14. δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς
  15. κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,
  16. ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν·
  17. πολλοὺς δʼ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων
  18. ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,
  19. μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ
  20. μειλίξαντʼ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι,