Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Θεασάμενός ποτε παιδίον ταῖς χερσὶ πῖνον ἐξέρριψε τῆς πήρας τὴν κοτύλην, εἰπών, παιδίον με νενίκηκεν εὐτελείᾳ. ἐξέβαλε δὲ καὶ τὸ τρυβλίον, ὁμοίως παιδίον θεασάμενος, ἐπειδὴ κατέαξε τὸ σκεῦος, τῷ κοίλῳ τοῦ ψωμίου τὴν φακῆν ὑποδεχόμενον. συνελογίζετο δὲ καὶ οὕτως· τῶν θεῶν ἐστι πάντα· φίλοι δὲ οἱ σοφοὶ τοῖς θεοῖς· κοινὰ δὲ τὰ τῶν φίλων. πάντʼ ἄρα ἐστὶ τῶν σοφῶν. θεασάμενός ποτε γυναῖκα ἀσχημονέστερον τοῖς θεοῖς προσπίπτουσαν, βουλόμενος αὐτῆς περιελεῖν τὴν δεισιδαιμονίαν, καθά φησι Ζωίλος ὁ Περγαῖος, προσελθὼν εἶπεν, οὐκ εὐλαβῇ, ὦ γύναι, μή ποτε θεοῦ ὄπισθεν ἑστῶτοσ—πάντα γάρ ἐστιν αὐτοῦ πλήρη—ἀσχημονήσῃς;

τῷ Ἀσκληπιῷ ἀνέθηκε πλήκτην, ὃς τοὺς ἐπὶ στόμα πίπτοντας ἐπιτρέχων συνέτριβεν.

Εἰώθει δὲ λέγειν τὰς τραγικὰς ἀρὰς αὐτῷ συνηντηκέναι· εἶναι γοῦν

    ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος,
  1. πτωχός, πλανήτης, βίον ἔχων τοὐφʼ ἡμέραν.
ἔφασκε δʼ ἀντιτιθέναι τύχῃ μὲν θάρσος, νόμῳ δὲ [*](δὲ 〈δεῖν〉 Richards.)
V2_40
φύσιν, πάθει δὲ λόγον. ἐν τῷ Κρανείῳ ἡλιουμένῳ αὐτῷ Ἀλέξανδρος ἐπιστάς φησιν, αἴτησόν με ὃ θέλεις. καὶ ὅς, ἀποσκότησόν μου, φησί. μακρά τινος ἀναγινώσκοντος καὶ πρὸς τῷ τέλει τοῦ βιβλίου ἄγραφόν τι παραδείξαντος θαρρεῖτε, ἔφη, ἄνδρες· γῆν ὁρῶ. πρὸς τὸν συλλογισάμενον ὅτι κέρατα ἔχει, ἁψάμενος τοῦ μετώπου, ἐγὼ μέν, ἔφη, οὐχ ὁρῶ.

ὁμοίως καὶ πρὸς τὸν εἰπόντα ὅτι κίνησις οὐκ ἔστιν, ἀναστὰς περιεπάτει. πρὸς τὸν λέγοντα περὶ τῶν μετεώρων, ποσταῖος, ἔφη, πάρει ἀπὸ τοῦ οὐρανοῦ; εὐνούχου μοχθηροῦ ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν, μηδὲν εἰσίτω κακόν, ὁ οὖν κύριος, ἔφη, τῆς οἰκίας ποῦ εἰσέλθῃ; τῷ μύρῳ τοὺς πόδας ἀλειψάμενος ἔφη ἀπὸ μὲν τῆς κεφαλῆς εἰς τὸν ἀέρα ἀπιέναι τὸ μύρον, ἀπὸ δὲ τῶν ποδῶν εἰς τὴν ὄσφρησιν. ἀξιούντων Ἀθηναίων μυηθῆναι αὐτὸν καὶ λεγόντων ὡς ἐν ᾅδου προεδρίας οἱ μεμυημένοι τυγχάνουσι, γελοῖον, ἔφη, εἰ Ἀγησίλαος μὲν καὶ Ἐπαμεινώνδας ἐν τῷ βορβόρῳ διάξουσιν, εὐτελεῖς δέ τινες μεμυημένοι ἐν ταῖς μακάρων νήσοις ἔσονται.

Πρὸς τοὺς ἑρπύσαντας ἐπὶ τὴν τράπεζαν μῦς, ἰδού, φησί, καὶ Διογένης παρασίτους τρέφει. Πλάτωνος εἰπόντος αὐτὸν κύνα, ναί, ἔφη· ἐγὼ γὰρ ἐπανῆλθον ἐπὶ τοὺς πεπρακότας. ἐκ τοῦ

V2_42
βαλανείου ἐξιὼν τῷ μὲν πυθομένῳ εἰ πολλοὶ ἄνθρωποι λοῦνται, ἠρνήσατο· τῷ δʼ, εἰ πολὺς ὄχλος, ὡμολόγησε. Πλάτωνος ὁρισαμένου, Ἄνθρωπός ἐστι ζῷον δίπουν ἄπτερον, καὶ εὐδοκιμοῦντος, τίλας ἀλεκτρυόνα εἰσήνεγκεν αὐτὸν εἰς τὴν σχολὴν καί φησιν, οὗτός ἐστιν ὁ Πλάτωνος ἄνθρωπος. ὅθεν τῷ ὅρῳ προσετέθη τὸ πλατυώνυχον. πρὸς τὸν πυθόμενον ποίᾳ ὥρᾳ δεῖ ἀριστᾶν, εἰ μὲν πλούσιος, ἔφη, ὅταν θέλῃ· εἰ δὲ πένης, ὅταν ἔχῃ.

Ἐν Μεγάροις ἰδὼν τὰ μὲν πρόβατα τοῖς δέρμασιν ἐσκεπασμένα, τοὺς δὲ παῖδας αὐτῶν γυμνούς, ἔφη, λυσιτελέστερόν ἐστι Μεγαρέως κριὸν εἶναι ἢ υἱόν. πρὸς τὸν ἐντινάξαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, φύλαξαι, πάλιν γάρ με, ἔφη, παίειν μέλλεις; ἔλεγε τοὺς μὲν δημαγωγοὺς ὄχλου διακόνους, τοὺς δὲ στεφάνους δόξης ἐξανθήματα. λύχνον μεθʼ ἡμέραν ἅψας περιῄει λέγων ἄνθρωπον ζητῶ. εἱστήκει ποτε κατακρουνιζόμενος· τῶν δὲ περιεστώτων ἐλεούντων, παρὼν Πλάτων ἔφη, εἰ βούλεσθʼ αὐτὸν ἐλεῆσαι, ἀπόστητε, ἐνδεικνύμενος φιλοδοξίαν αὐτοῦ. ἐντρίψαντος αὐτῷ κόνδυλόν τινος, Ἡράκλεις, ἔφη, οἷόν με χρῆμʼ ἐλάνθανε τὸ μετὰ περικεφαλαίας περιπατεῖν.

ἀλλὰ καὶ Μειδίου κονδυλίσαντος αὐτὸν καὶ εἰπόντος, τρισχίλιαί σοι κεῖνται ἐπὶ τῇ τραπέζῃ, τῇ ἑξῆς πυκτικοὺς λαβὼν ἱμάντας καὶ καταλοήσας αὐτὸν ἔφη, τρισχίλιαί σοι κεῖνται ἐπὶ τῇ τραπέζῃ.

V2_44
Λυσίου τοῦ φαρμακοπώλου πυθομένου εἰ θεοὺς νομίζει, πῶς δέ, εἶπεν, οὐ νομίζω, ὅπου καὶ σὲ θεοῖς ἐχθρὸν ὑπολαμβάνω; οἱ δὲ Θεόδωρον εἰπεῖν τοῦτο. ἰδών τινα περιρραινόμενον ἐπεῖπεν, ὦ κακόδαιμον, οὐκ ἐπίστασαι ὅτι ὥσπερ τῶν ἐν γραμματικῇ ἁμαρτημάτων περιρραινόμενος οὐκ ἂν ἀπαλλαγείης, οὕτως οὐδὲ τῶν ἐν τῷ βίῳ; ἐνεκάλει τοῖς ἀνθρώποις περὶ τῆς εὐχῆς, αἰτεῖσθαι λέγων αὐτοὺς ἀγαθὰ τὰ αὐτοῖς δοκοῦντα καὶ οὐ τὰ κατʼ ἀλήθειαν.

πρὸς δὲ τοὺς περὶ τὰ ὀνείρατα ἐπτοημένους ἔλεγεν ὡς ὑπὲρ ὧν μὲν πράττουσιν ὕπαρ, οὐκ ἐπιστρέφονται, ὑπὲρ ὧν δὲ καθεύδοντες φαντασιοῦνται, πολυπραγμονοῦσιν. Ὀλυμπίασι τοῦ κήρυκος ἀνειπόντος, νικᾷ Διώξιππος ἄνδρας, οὗτος μὲν δὴ ἀνδράποδα, ἄνδρας δʼ ἐγώ.

Ἠγαπᾶτο δὲ καὶ πρὸς Ἀθηναίων· μειρακίου γοῦν τὸν πίθον αὐτοῦ συντρίψαντος, τῷ μὲν πληγὰς ἔδοσαν, ἐκείνῳ δὲ ἄλλον παρέσχον. φησὶ δὲ Διονύσιος ὁ στωικὸς ὡς μετὰ Χαιρώνειαν συλληφθεὶς ἀπήχθη πρὸς Φίλιππον· καὶ ἐρωτηθεὶς ὅστις εἴη, ἀπεκρίνατο, κατάσκοπος τῆς σῆς ἀπληστίας· ὅθεν θαυμασθεὶς ἀφείθη.

Ἀλεξάνδρου ποτὲ πέμψαντος ἐπιστολὴν πρὸς Ἀντίπατρον εἰς Ἀθήνας διά τινος Ἀθλίου, παρὼν ἔφη·

ἄθλιος παρʼ ἀθλίου διʼ ἀθλίου πρὸς ἄθλιον.

Περδίκκου ἀπειλήσαντος, εἰ μὴ ἔλθοι πρὸς αὐτόν, ἀποκτενεῖν, ἔφη, οὐδὲν μέγα· καὶ γὰρ κάνθαρος καὶ φαλάγγιον τοῦτʼ ἂν πράξειεν·

V2_46
ἐκεῖνο δὲ μᾶλλον ἀπειλεῖν ἠξίου ὡς εἰ καὶ χωρὶς ἐμοῦ ζήσαι, εὐδαιμόνως ζήσοιτο. ἐβόα πολλάκις λέγων τὸν τῶν ἀνθρώπων βίον ῥᾴδιον ὑπὸ τῶν θεῶν δεδόσθαι, ἀποκεκρύφθαι δʼ αὐτῶν ζητούντων μελίπηκτα καὶ μύρα καὶ τὰ παραπλήσια. ὅθεν πρὸς τὸν ὑπὸ τοῦ οἰκέτου ὑποδούμενον, οὔπω, εἶπε, μακάριος εἶ, ἂν μή σε καὶ ἀπομύξῃ· τοῦτο δʼ ἔσται πηρωθέντι σοι τὰς χεῖρας.

Θεασάμενός ποτε τοὺς ἱερομνήμονας τῶν ταμιῶν τινα φιάλην ὑφῃρημένον ἀπάγοντας ἔφη, οἱ μεγάλοι κλέπται τὸν μικρὸν ἀπάγουσι. θεασάμενός ποτε μειράκιον λίθους βάλλον ἐπὶ σταυρόν, εὖγε, εἶπε, τεύξῃ γὰρ τοῦ σκοποῦ. πρὸς τὰ περιστάντα μειράκια καὶ εἰπόντα, βλέπωμεν μὴ δάκῃ ἡμᾶς, θαρρεῖτε, ἔφη, παιδία· κύων τευτλία οὐκ ἐσθίει. πρὸς τὸν ἐπὶ τῇ λεοντῇ θρυπτόμενον, παῦσαι, ἔφη, τὰ τῆς ἀρετῆς στρώματα καταισχύνων. πρὸς τὸν μακαρίζοντα Καλλισθένην καὶ λέγοντα ὡς πολυτελῶν παρʼ Ἀλεξάνδρῳ μετέχει, κακοδαίμων μὲν οὖν ἐστιν, εἶπεν, ὃς καὶ ἀριστᾷ καὶ δειπνεῖ ὅταν Ἀλεξάνδρῳ δόξῃ.