Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

τοὺς μαθηματικοὺς ἀποβλέπειν μὲν πρὸς τὸν

V2_30
ἥλιον καὶ τὴν σελήνην, τὰ δʼ ἐν ποσὶ πράγματα παρορᾶν· τοὺς ῥήτορας λέγειν μὲν ἐσπουδακέναι τὰ δίκαια, πράττειν δὲ μηδαμῶς· ἀλλὰ μὴν καὶ τοὺς φιλαργύρους ψέγειν μὲν τὸ ἀργύριον, ὑπεραγαπᾶν δέ. κατεγίνωσκε δὲ καὶ τῶν ἐπαινούντων μὲν τοὺς δικαίους, ὅτι χρημάτων ἐπάνω εἶεν, ζηλούντων δὲ τοὺς πολυχρημάτους. ἐκίνει δʼ αὐτὸν καὶ τὸ θύειν μὲν τοῖς θεοῖς ὑπὲρ ὑγιείας, ἐν αὐτῇ δὲ τῇ θυσίᾳ κατὰ τῆς ὑγιείας δειπνεῖν. ἄγασθαι δὲ καὶ τῶν δούλων οἳ λαβροφαγοῦντας ὁρῶντες τοὺς δεσπότας μηδὲν ἁρπάζοιεν τῶν ἐσθιομένων.

ἐπῄνει τοὺς μέλλοντας γαμεῖν καὶ μὴ γαμεῖν, καὶ τοὺς μέλλοντας καταπλεῖν καὶ μὴ καταπλεῖν, καὶ τοὺς μέλλοντας πολιτεύεσθαι καὶ μὴ πολιτεύεσθαι, καὶ τοὺς παιδοτροφεῖν καὶ μὴ παιδοτροφεῖν, καὶ τοὺς παρασκευαζομένους συμβιοῦν τοῖς δυνάσταις καὶ μὴ προσιόντας. ἔλεγε δὲ καὶ δεῖν τὰς χεῖρας ἐπὶ τοὺς φίλους ἐκτείνειν μὴ συγκεκαμμένοις τοῖς δακτύλοις. φησὶ δὲ Μένιππος ἐν τῇ Διογένους Πράσει ὡς ἁλοὺς καὶ πωλούμενος ἠρωτήθη τί οἶδε ποιεῖν. ἀπεκρίνατο, ἀνδρῶν ἄρχειν· καὶ πρὸς τὸν κήρυκα, κήρυσσε, ἔφη, εἴ τις ἐθέλει δεσπότην αὑτῷ πρίασθαι. κωλυθεὶς καθίζεσθαι, οὐδέν, ἔφη, διαφέρει· καὶ γὰρ τοὺς ἰχθῦς ὅπως ἂν κέοιντο πιπράσκεσθαι.

θαυμάζειν τʼ ἔφη εἰ χύτραν μὲν καὶ λοπάδα ὠνούμενοι κομποῦμεν· ἄνθρωπον δὲ

V2_32
μόνῃ τῇ ὄψει ἀρκούμεθα. ἔλεγε τῷ Ξενιάδῃ τῷ πριαμένῳ αὐτόν, δεῖν πείθεσθαι αὐτῷ, εἰ καὶ δοῦλος εἴη· καὶ γὰρ εἰ ἰατρὸς ἢ κυβερνήτης ἦν δοῦλος, πεισθῆναι ἂν αὐτῷ. Εὔβουλος δέ φησιν ἐν τῷ ἐπιγραφομένῳ Διογένους Πρᾶσις οὕτως ἄγειν τοὺς παῖδας τοῦ Ξενιάδου, μετὰ τὰ λοιπὰ μαθήματα ἱππεύειν, τοξεύειν, σφενδονᾶν, ἀκοντίζειν· ἔπειτʼ ἐν τῇ παλαίστρᾳ οὐκ ἐπέτρεπε τῷ παιδοτρίβῃ ἀθλητικῶς ἄγειν, ἀλλʼ αὐτὸ μόνον ἐρυθήματος χάριν καὶ εὐεξίας.

Κατεῖχον δὲ οἱ παῖδες πολλὰ ποιητῶν καὶ συγγραφέων καὶ τῶν αὐτοῦ Διογένους, πᾶσάν τʼ ἔφοδον σύντομον πρὸς τὸ εὐμνημόνευτον ἐπήσκει. ἐν οἴκῳ τʼ ἐδίδασκε διακονεῖσθαι λιτῇ τροφῇ χρωμένους καὶ ὕδωρ πίνοντας, ἐν χρῷ κουρίας τε καὶ ἀκαλλωπίστους εἰργάζετο καὶ ἀχίτωνας καὶ ἀνυποδήτους καὶ σιωπηλοὺς καὶ καθʼ αὑτοὺς βλέποντας ἐν ταῖς ὁδοῖς. ἐξῆγε δʼ αὐτοὺς καὶ ἐπὶ κυνηγέσια. οἱ δὲ καὶ αὐτοῦ Διογένους ἐπιμέλειαν ἐποιοῦντο καὶ πρὸς τοὺς γονέας αἰτητικῶς εἶχον. ὁ δʼ αὐτός φησι παρὰ τῷ Ξενιάδῃ καὶ γηρᾶσαι αὐτὸν καὶ θανόντα ταφῆναι πρὸς τῶν υἱῶν αὐτοῦ. ἔνθα καὶ πυνθανομένου τοῦ Ξενιάδου πῶς αὐτὸν θάψειεν, ἔφη, ἐπὶ πρόσωπον·

τοῦ δʼ ἐρομένου διὰ τί; ὅτι μετʼ ὀλίγον, εἶπε, μέλλει τὰ κάτω ἄνω στρέφεσθαι. τοῦτο δὲ διὰ τὸ ἐπικρατεῖν ἤδη τοὺς Μακεδόνας ἢ ἐκ ταπεινῶν ὑψηλοὺς γίνεσθαι. εἰσαγαγόντος τινὸς αὐτὸν εἰς οἶκον πολυτελῆ καὶ κωλύοντος πτύσαι, ἐπειδὴ ἐχρέμψατο, εἰς τὴν ὄψιν

V2_34
αὐτοῦ ἔπτυσεν, εἰπὼν χείρονα τόπον μὴ εὑρηκέναι. οἱ δὲ τοῦτο Ἀριστίππου φασί. φωνήσας ποτέ, ἰὼ ἄνθρωποι, [καὶ] συνελθόντων, καθίκετο τῇ βακτηρίᾳ, εἰπών, ἀνθρώπους ἐκάλεσα, οὐ καθάρματα, ὥς φησιν Ἑκάτων ἐν τῷ πρώτῳ τῶν Χρειῶν. φασὶ δὲ καὶ Ἀλέξανδρον εἰπεῖν ὡς εἴπερ Ἀλέξανδρος μὴ ἐγεγόνειν, ἠθέλησα ἂν Διογένης γενέσθαι.

Ἀναπήρους ἔλεγεν οὐ τοὺς κωφοὺς καὶ τυφλούς, ἀλλὰ τοὺς μὴ ἔχοντας πήραν. εἰσελθών ποτε ἡμιξύρητος εἰς νέων συμπόσιον, καθά φησι Μητροκλῆς ἐν ταῖς Χρείαις, πληγὰς ἔλαβε· μετὰ δὲ ἐγγράψας τὰ ὀνόματα εἰς λεύκωμα τῶν πληξάντων περιῄει ἐξημμένος, ἕως αὐτοὺς ὕβρει περιέθηκε καταγινωσκομένους καὶ ἐπιπληττομένους. ἔλεγεν ἑαυτὸν κύνα εἶναι τῶν ἐπαινουμένων, ἀλλὰ μηδένα τολμᾶν τῶν ἐπαινούντων συνεξιέναι ἐπὶ τὴν θήραν. πρὸς τὸν εἰπόντα, Πύθια νικῶ ἄνδρας, ἐγὼ μὲν οὖν, εἶπεν, ἄνδρας, σὺ δʼ ἀνδράποδα.

Πρὸς τοὺς εἰπόντας, γέρων εἶ καὶ λοιπὸν ἄνες, τί δέ, ἔφη, εἰ δόλιχον ἔτρεχον, πρὸς τῷ τέλει ἔδει με ἀνεῖναι καὶ μὴ μᾶλλον ἐπιτεῖναι; κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη παρέσεσθαι· μηδὲ γὰρ πρῴην αὐτῷ χάριν ἐγνωκέναι. γυμνοῖς ποσὶ χιόνα ἐπάτει καὶ τἄλλα ὅσα ἄνω προείρηται· καὶ

V2_36
ὠμὰ δὲ κρέα ἐπεχείρησε φαγεῖν, ἀλλʼ οὐ διῴκησε. κατέλαβέ ποτε Δημοσθένην τὸν ῥήτορα ἐν πανδοκείῳ ἀριστῶντα. τοῦ δʼ ὑποχωροῦντος, τοσούτῳ μᾶλλον, ἔφη, ἔσῃ ἐν τῷ πανδοκείῳ. ξένων δέ ποτε θεάσασθαι θελόντων Δημοσθένην, τὸν μέσον δάκτυλον ἐκτείνας, οὗτος ὑμῖν, ἔφη, ἐστὶν ὁ Ἀθηναίων δημαγωγός.

ἐκβαλόντος δʼ ἄρτον τινὸς καὶ αἰσχυνομένου ἀνελέσθαι, βουλόμενος αὐτὸν νουθετῆσαι, κεράμου τράχηλον δήσας ἔσυρε διὰ τοῦ Κεραμεικοῦ.

Μιμεῖσθαι ἔλεγε τοὺς χοροδιδασκάλους· καὶ γὰρ ἐκείνους ὑπὲρ τόνον ἐνδιδόναι ἕνεκα τοῦ τοὺς λοιποὺς ἅψασθαι τοῦ προσήκοντος τόνου. τοὺς πλείστους ἔλεγε παρὰ δάκτυλον μαίνεσθαι· ἐὰν οὖν τις τὸν μέσον προτείνας πορεύηται, δόξει τῳ μαίνεσθαι, ἐὰν δὲ τὸν λιχανόν, οὐκέτι. τὰ πολλοῦ ἄξια τοῦ μηδενὸς ἔλεγε πιπράσκεσθαι καὶ ἔμπαλιν· ἀνδριάντα γοῦν τρισχιλίων πιπράσκεσθαι, χοίνικα δʼ ἀλφίτων δύο χαλκῶν.

Τῷ πριαμένῳ αὐτὸν Ξενιάδῃ φησί, ἄγε ὅπως τὸ προσταττόμενον ποιήσεις. τοῦ δʼ εἰπόντος,

ἄνω ποταμῶν χωροῦσι παγαί,
εἰ δὲ ἰατρὸν ἐπρίω νοσῶν, οὐκ ἄν, ἔφη, αὐτῷ ἐπείθου, ἀλλʼ εἶπες ἂν ὡς ἄνω ποταμῶν χωροῦσι παγαί; ἤθελέ τις παρʼ αὐτῷ φιλοσοφεῖν· ὁ δέ οἱ σαπέρδην δοὺς ἐκέλευσεν ἀκολουθεῖν. ὡς δʼ ὑπʼ αἰδοῦς ῥίψας ἀπῆλθε, μετὰ χρόνον ὑπαντήσας
V2_38
αὐτῷ καὶ γελάσας λέγει, τὴν σὴν καὶ ἐμὴν φιλίαν σαπέρδης διέλυσε. Διοκλῆς δʼ οὕτως ἀναγράφει. εἰπόντος τινὸς αὐτῷ, ἐπίταττε ἡμῖν, Διόγενες, ἀπαγαγὼν αὐτὸν ἡμιωβολίου τυρὸν ἐδίδου φέρειν· ἀρνησαμένου δέ, τὴν σήν, ἔφη, καὶ ἐμὴν φιλίαν ἡμιωβολίου τυρίδιον διαλέλυκε.