Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Χρημάτων δεόμενος ἀπαιτεῖν ἔλεγε τοὺς φίλους, οὐκ αἰτεῖν. ἐπʼ ἀγορᾶς ποτε χειρουργῶν, εἴθε, ἔφη, καὶ τὴν κοιλίαν ἦν παρατρίψαντα μὴ πεινῆν. μειράκιον θεασάμενος μετὰ σατραπῶν ἐπὶ δεῖπνον ἀπιόν, ἀποσπάσας πρὸς τοὺς οἰκείους ἀπήγαγε
Τοὺς ῥήτορας καὶ πάντας τοὺς ἐνδοξολογοῦντας τρισανθρώπους ἀπεκάλει ἀντὶ τοῦ τρισαθλίους. τὸν ἀμαθῆ πλούσιον πρόβατον εἶπε χρυσόμαλλον. θεασάμενος ἐπὶ ἀσώτου οἰκίᾳ ἐπιγεγραμμένον, πράσιμος, ᾔδειν, εἶπεν, ὅτι οὕτω κραιπαλῶσα ῥᾳδίως ἐξεμέσοις τὸν κεκτημένον. πρὸς τὸ καταιτιώμενον μειράκιον τὸ πλῆθος τῶν ἐνοχλούντων, παῦσαι γάρ, ἔφη, καὶ σὺ τὰ δείγματα τοῦ πασχητιῶντος περιφέρων. πρὸς τὸ ῥυπαρὸν βαλανεῖον, οἱ ἐνθάδε, ἔφη, λουσάμενοι ποῦ λοῦνται; παχέος κιθαρῳδοῦ πρὸς πάντων μεμφομένου αὐτὸς μόνος ἐπῄνει· ἐρωτηθεὶς δὲ διὰ τί, ἔφη, ὅτι τηλικοῦτος ὢν κιθαρῳδεῖ καὶ οὐ λῃστεύει.
Τὸν κιθαρῳδὸν ἀεὶ καταλειπόμενον ὑπὸ τῶν ἀκροατῶν ἠσπάσατο, χαῖρε ἀλέκτορ· τοῦ δὲ εἰπόντος, διὰ τί; ὅτι, ἔφη, ᾅδων πάντας ἐγείρεις. μειρακίου ἐπιδεικνυμένου πληρώσας τὸ προκόλπιον θέρμων ἀντικρὺ ἔκαπτε· τοῦ δὲ πλήθους εἰς αὐτὸν ἀφορῶντος θαυμάζειν ἔφη πῶς
Πρός τε τὸν ὀνειδίσαντα αὐτῷ τὴν φυγήν, ἀλλὰ τούτου γʼ ἕνεκεν, εἶπεν, ὦ κακόδαιμον, ἐφιλοσόφησα. καὶ πάλιν εἰπόντος τινός, Σινωπεῖς σου φυγὴν κατέγνωσαν, ἐγὼ δέ γε, εἶπεν, ἐκείνων μονήν. ἰδών ποτʼ Ὀλυμπιονίκην πρόβατα νέμοντα, ταχέως, εἶπεν, ὦ βέλτιστε, μετέβης ἀπὸ τῶν Ὀλυμπίων ἐπὶ τὰ Νέμεα. ἐρωτηθεὶς διὰ τί οἱ ἀθληταὶ ἀναίσθητοί εἰσιν, ἔφη, ὅτι κρέασιν ὑείοις καὶ βοείοις ἀνῳκοδόμηνται. ᾔτει ποτὲ ἀνδριάντα· ἐρωτηθεὶς δὲ διὰ τί τοῦτο ποιεῖ, μελετῶ, εἶπεν, ἀποτυγχάνειν. αἰτῶν τινα—καὶ γὰρ τοῦτο πρῶτον ἐποίει διὰ τὴν ἀπορίαν —ἔφη, εἰ μὲν καὶ ἄλλῳ δέδωκας, δὸς κἀμοί· εἰ δὲ μή, ἀπʼ ἐμοῦ ἄρξαι.
Ἐρωτηθείς ποτε ὑπὸ τυράννου ποῖος εἴη ἀμείνων χαλκὸς εἰς ἀνδριάντα, ἔφη, ἀφʼ οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων ἐχαλκεύθησαν. ἐρωτηθεὶς πῶς χρῆται Διονύσιος τοῖς φίλοις, ἔφη, ὡς θυλάκοις, τοὺς μὲν πλήρεις κρημνῶν, τοὺς δὲ κενοὺς ῥίπτων. νεογάμου ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν,
ἐπέγραψε· μετὰ τὸν πόλεμον ἡ συμμαχία. τὴν φιλαργυρίαν εἶπε μητρόπολιν πάντων τῶν κακῶν. ἄσωτον θεασάμενος ἐν πανδοκείῳ ἐλάας ἐσθίοντʼ ἔφη, εἰ οὕτως ἠρίστας, οὐκ ἂν οὕτως ἐδείπνεις.ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς
- ἐνθάδε κατοικεῖ. μηδὲν εἰσίτω κακόν·
Τοὺς ἀγαθοὺς ἄνδρας θεῶν εἰκόνας εἶναι· τὸν ἔρωτα σχολαζόντων ἀσχολίαν. ἐρωτηθεὶς τί ἄθλιον ἐν βίῳ, ἔφη, γέρων ἄπορος. ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάκνει, ἔφη, τῶν μὲν ἀγρίων συκοφάντης, τῶν δὲ ἡμέρων κόλαξ. ἰδών ποτε δύο κενταύρους κάκιστα ἐζωγραφημένους ἔφη· πότερος τούτων Χείρων ἐστί; τὸν πρὸς χάριν λόγον ἔφη μελιτίνην ἀγχόνην εἶναι. τὴν γαστέρα Χάρυβδιν ἔλεγε τοῦ βίου. ἀκούσας ποτὲ ὅτι Διδύμων ὁ αὐλητὴς μοιχὸς ἑάλω, ἄξιος, ἔφη, ἐκ τοῦ ὀνόματος κρέμασθαι. ἐρωτηθεὶς διὰ τί τὸ χρυσίον χλωρόν ἐστιν, ἔφη, ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύοντας. ἰδὼν γυναῖκα ἐν φορείῳ, οὐ κατὰ τὸ θηρίον, ἔφη, ἡ γαλεάγρα.
Ἰδών ποτε δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη, μειράκιον, βλέπε μὴ ἐμπέσῃς. ἰδὼν [μειρακύλλιον] ἱματιοκλέπτην ἐν τῷ βαλανείῳ ἔφη, ἐπʼ ἀλειμμάτιον ἢ ἐπʼ ἄλλʼ ἱμάτιον; ἰδών ποτε γυναῖκας ἀπʼ ἐλαίας ἀπηγχονισμένας, εἴθε γάρ, ἔφη, πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν. ἰδὼν λωποδύτην ἔφη,
ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, οὔ· τοῦ δὲ εἰπόντος, ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει; ἔφη, ὁ χρῄζων τῆς οἰκίας.τἰπτε σὺ ὧδε, φέριστε;
- ἦ τινα συλήσων νεκύων κατατεθνηώτων;
Μειράκιον εὔμορφον ἀφυλάκτως ἰδὼν κοιμώμενον, νύξας, ἐπέγειραι, ἔφη,
μή τίς τοι εὕδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ.πρὸς τὸν πολυτελῶς ὀψωνοῦντα,
ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷʼ ἀγοράζεις;Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, ἐγώ, εἶπεν, ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ· τραπεζότητα δὲ καὶ κυαθότητα οὐδαμῶς· καὶ ὅς, κατὰ λόγον, ἔφη· οἷς μὲν γὰρ κύαθος καὶ τράπεζα θεωρεῖται, ὀφθαλμοὺς ἔχεις· ᾧ δὲ τραπεζότης καὶ κυαθότης βλέπεται, νοῦν οὐκ ἔχεις.
Ἐρωτηθεὶς ὑπό τινος, ποῖός τίς σοι Διογένης δοκεῖ ; Σωκράτης, εἶπε, μαινόμενος. [*](ἐρωτηθεὶς ... μαινόμενος cancellis inclusit Cobet.) ἐρωτηθεὶς ποίῳ καιρῷ δεῖ γαμεῖν, ἔφη, τοὺς μὲν νέους μηδέπω, τοὺς δὲ πρεσβυτέρους μηδεπώποτε. ἐρωτηθεὶς τί θέλοι κονδύλου λαβεῖν, περικεφαλαίαν, ἔφη. μειράκιον ἰδὼν καλλωπιζόμενον ἔφη, εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. ἰδών ποτε μειράκιον ἐρυθριῶν, θάρρει, ἔφη· τοιοῦτόν ἐστι τῆς ἀρετῆς